Άγιος, Άγιος, Άγιος Κύριος Σαβαώθ· πλήρης ο ουρανός και η γη της Δόξης Σου. Ωσαννά εν τοις Υψίστοις· Ευλογημένος ο Ερχόμενος εν Ονόματι Κυρίου. (Άγιος, Άγιος, Άγιος είσαι Κύριε των Δυνάμεων· γεμάτος ο ουρανός και η γη από τη Δόξα Σου. Σώσε μας, Ύψιστε Θεέ· Ευλογημένος ο Ερχόμενος στο Όνομα Του Κυρίου).
English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Τρίτη 12 Μαρτίου 2013

ᾆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται».

Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ᾆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοι ἱλάσθητί μοι, ᾆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.

Μὴ εἰσέλθῃς μετ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμὰς, ἀλλ΄ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.

Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου. ᾎρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμὰς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.
Δόξα...
Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.


http://agiosonoufrios.blogspot.gr
Related Posts Plugin for WordPress, Blogger...

Αρχείο